Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.52 Joseph. AJ 7.56 (English) >>Joseph. AJ 7.61

7.54 δὲ ταύτης τε ἀποδέχεται τῆς προθυμίας αὐτοὺς καὶ παρακαλέσας διαμένειν, οὐ γὰρ ἔσεσθαι μετάνοιαν αὐτοῖς ἐκ τοῦ τοιούτου, καὶ κατευωχήσας καὶ φιλοφρονησάμενος ἔπεμψε τὸν λαὸν παρʼ αὐτὸν ἄξοντας ἅπαντα. 7.55καὶ συνῆλθον ἐκ μὲν τῆς Ἰούδα φυλῆς ὁπλιτῶν ὡς ὀκτακόσιοι καὶ ἑξακισχίλιοι φοροῦντες ὅπλα θυρεὸν καὶ σιρομάστην· οὗτοι δὲ τῷ Σαούλου παιδὶ παρέμενον· τούτων γὰρ χωρὶς Ἰούδα φυλὴ τὸν Δαυίδην ἀπέδειξε βασιλέα. 7.56ἐκ δὲ τῆς Συμεωνίδος φυλῆς ἑπτακισχίλιοι καὶ ἑκατόν. ἐκ δὲ τῆς Ληουίτιδος τετρακισχίλιοι καὶ ἑπτακόσιοι ἔχοντες ἄρχοντα Ἰώδαμον· μετὰ τούτοις ἦν ἀρχιερεὺς Σάδωκος σὺν εἴκοσι δύο συγγενέσιν ἡγεμόσιν. ἐκ δὲ τῆς Βενιαμίτιδος φυλῆς ὁπλῖται τετρακισχίλιοι· γὰρ φυλὴ περιέμενεν ἔτι τῶν τοῦ γένους Σαούλου τινὰ βασιλεύσειν προσδοκῶσα. 7.57ἐκ δὲ τῆς Ἐφραίμου φυλῆς δισμύριοι καὶ ὀκτακόσιοι τῶν δυνατωτάτων καὶ κατʼ ἰσχὺν διαφερόντων. ἐκ δὲ τῆς Μανασσήτιδος φυλῆς τοῦ ἡμίσους μύριοι ὀκτακισχίλιοι τῶν δυνατωτάτων. ἐκ δὲ τῆς Ἰσαχάρου φυλῆς διακόσιοι μὲν οἱ προγινώσκοντες τὰ μέλλοντα, ὁπλῖται δὲ δισμύριοι. 7.58ἐκ δὲ τῆς Ζαβουλωνίτιδος φυλῆς ὁπλιτῶν ἐπιλέκτων πέντε μυριάδες· αὕτη γὰρ φυλὴ μόνη πᾶσα πρὸς Δαυίδην συνῆλθεν· οὗτοι πάντες τὸν αὐτὸν ὁπλισμὸν εἶχον τοῖς τῆς Γάδου φυλῆς. ἐκ δὲ τῆς Νεφθαλίδος φυλῆς ἐπίσημοι καὶ ἡγεμόνες χίλιοι ὅπλοις χρώμενοι θυρεῷ καὶ δόρατι, ἠκολούθει δὲ φυλὴ ἀναρίθμητος οὖσα.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.52 Joseph. AJ 7.56 (English) >>Joseph. AJ 7.61

Powered by PhiloLogic